Daily Holy Bible
עברית ΕΛΛΗΝΙΚΆ ENGLISH FRANÇAIS ESPAÑOL

ΓΕΩΡΓΊΑ

ΣΧΕΤΙΚΑ ΘΕΜΑΤΑ: Προβάτων, Κτηνοτροφία

-37XX XX XX Γένεσις 2 Ἔλαβεν κύριος ὁ θεὸς ἔθετο τὸν ἄνθρωπον ἐν τῷ παραδείσῳ ἐργάζεσθαι αὐτὸν καὶ φυλάσσειν
-37XX XX XX Γένεσις 3 Ἐξαπέστειλεν Ἀδὰμ Κύριος ὁ Θεὸς τῆς τρυφῆς ἐργάζεσθαι τὴν γῆν, ἐξ ἧς ἐλήφθη
-36XX XX XX Γένεσις 4 Κάϊν δὲ ἦν ἐργαζόμενος τὴν γῆν

ΓΈΝΕΣΙΣ 2:15 (LXX)

ιε'καὶ ἔλαβεν κύριος ὁ θεὸς τὸν ἄνθρωπον ὃν ἔπλασεν καὶ ἔθετο αὐτὸν ἐν τῷ παραδείσῳ ἐργάζεσθαι αὐτὸν καὶ φυλάσσειν

ΓΈΝΕΣΙΣ 3:17-19, 23 (LXX)

ιζ'τῷ δὲ Ἀδὰμ εἶπεν· ὅτι ἤκουσας τῆς φωνῆς τῆς γυναικός σου καὶ ἔφαγες ἀπὸ τοῦ ξύλου, οὗ ἐνετειλάμην σοι τούτου μόνου μὴ φαγεῖν, ἀπ᾿ αὐτοῦ ἔφαγες, ἐπικατάρατος ἡ γῆ ἐν τοῖς ἔργοις σου· ἐν λύπαις φαγῇ αὐτὴν πάσας τὰς ἡμέρας τῆς ζωῆς σου· ιη'ἀκάνθας καὶ τριβόλους ἀνατελεῖ σοι, καὶ φαγῇ τὸν χόρτον τοῦ ἀγροῦ. ιθ'ἐν ἱδρῶτι τοῦ προσώπου σου φαγῇ τὸν ἄρτον σου, ἕως τοῦ ἀποστρέψαι σε εἰς γὴν γῆν, ἐξ ἧς ἐλήφθης, ὅτι γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ·

κγ'καὶ ἐξαπέστειλεν αὐτὸν Κύριος ὁ Θεὸς ἐκ τοῦ παραδείσου τῆς τρυφῆς ἐργάζεσθαι τὴν γῆν, ἐξ ἧς ἐλήφθη.

ΓΈΝΕΣΙΣ 4:2 (LXX)

β'καὶ προσέθηκε τεκεῖν τὸ ἀδελφὸν αὐτοῦ, τὸν Ἄβελ. καὶ ἐγένετο Ἄβελ ποιμὴν προβάτων, Κάϊν δὲ ἦν ἐργαζόμενος τὴν γῆν.