ΓΈΝΕΣΙΣ 4:17-18 (LXX)
ιζ'Καὶ ἔγνω Κάϊν τὴν γυναῖκα αὐτοῦ, καὶ συλλαβοῦσα ἔτεκε τὸν Ἐνώχ. καὶ ἦν οἰκοδομῶν πόλιν καὶ ἐπωνόμασε τὴν πόλιν ἐπὶ τῷ ὀνόματι τοῦ υἱοῦ αὐτοῦ, Ἐνώχ.
ιη'ἐγεννήθη δὲ τῷ Ἐνὼχ Γαϊδάδ, καὶ Γαϊδὰδ ἐγέννησε τὸν Μαλελεήλ, καὶ Μαλελεὴλ ἐγέννησε τὸν Μαθουσάλα, καὶ Μαθουσάλα ἐγέννησε τὸν Λάμεχ.
|