Daily Holy Bible
עברית ΕΛΛΗΝΙΚΆ ENGLISH FRANÇAIS ESPAÑOL

ΓΆΜΟΣ

ΣΧΕΤΙΚΑ ΑΡΘΡΑ: Πολυγαμία

-3760 XX XX Γένεσις 1:26-28 ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον κατ' εἰκόνα θεοῦ ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς
-3760 XX XX Γένεσις 2:18-25 ᾠκοδόμησεν κύριος ὁ θεὸς εἰς γυναῖκα καὶ ἤγαγεν αὐτὴν πρὸς τὸν αδαμ
-37XX XX XX Γένεσις 4:19 ἔλαβεν ἑαυτῷ Λάμεχ δύο γυναῖκας

ΓΈΝΕΣΙΣ 1:26-28 (LXX)

26καὶ εἶπεν ὁ θεός ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν καὶ ἀρχέτωσαν τῶν ἰχθύων τῆς θαλάσσης καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ καὶ τῶν κτηνῶν καὶ πάσης τῆς γῆς καὶ πάντων τῶν ἑρπετῶν τῶν ἑρπόντων ἐπὶ τῆς γῆς 27καὶ ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον κατ' εἰκόνα θεοῦ ἐποίησεν αὐτόν ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς 28καὶ ηὐλόγησεν αὐτοὺς ὁ θεὸς λέγων αὐξάνεσθε καὶ πληθύνεσθε καὶ πληρώσατε τὴν γῆν καὶ κατακυριεύσατε αὐτῆς καὶ ἄρχετε τῶν ἰχθύων τῆς θαλάσσης καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ καὶ πάντων τῶν κτηνῶν καὶ πάσης τῆς γῆς καὶ πάντων τῶν ἑρπετῶν τῶν ἑρπόντων ἐπὶ τῆς γῆς

ΓΈΝΕΣΙΣ 2:18-25 (LXX)

18καὶ εἶπεν κύριος ὁ θεός οὐ καλὸν εἶναι τὸν ἄνθρωπον μόνον ποιήσωμεν αὐτῷ βοηθὸν κατ' αὐτόν 19καὶ ἔπλασεν ὁ θεὸς ἔτι ἐκ τῆς γῆς πάντα τὰ θηρία τοῦ ἀγροῦ καὶ πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ ἤγαγεν αὐτὰ πρὸς τὸν αδαμ ἰδεῖν τί καλέσει αὐτά καὶ πᾶν ὃ ἐὰν ἐκάλεσεν αὐτὸ αδαμ ψυχὴν ζῶσαν τοῦτο ὄνομα αὐτοῦ 20καὶ ἐκάλεσεν αδαμ ὀνόματα πᾶσιν τοῖς κτήνεσιν καὶ πᾶσι τοῖς πετεινοῖς τοῦ οὐρανοῦ καὶ πᾶσι τοῖς θηρίοις τοῦ ἀγροῦ τῷ δὲ αδαμ οὐχ εὑρέθη βοηθὸς ὅμοιος αὐτῷ 21καὶ ἐπέβαλεν ὁ θεὸς ἔκστασιν ἐπὶ τὸν αδαμ καὶ ὕπνωσεν καὶ ἔλαβεν μίαν τῶν πλευρῶν αὐτοῦ καὶ ἀνεπλήρωσεν σάρκα ἀντ' αὐτῆς 22καὶ ᾠκοδόμησεν κύριος ὁ θεὸς τὴν πλευράν ἣν ἔλαβεν ἀπὸ τοῦ αδαμ εἰς γυναῖκα καὶ ἤγαγεν αὐτὴν πρὸς τὸν αδαμ 23καὶ εἶπεν αδαμ τοῦτο νῦν ὀστοῦν ἐκ τῶν ὀστέων μου καὶ σὰρξ ἐκ τῆς σαρκός μου αὕτη κληθήσεται γυνή ὅτι ἐκ τοῦ ἀνδρὸς αὐτῆς ἐλήμφθη αὕτη 24ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα αὐτοῦ καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν 25καὶ ἦσαν οἱ δύο γυμνοί ὅ τε αδαμ καὶ ἡ γυνὴ αὐτοῦ καὶ οὐκ ᾐσχύνοντο

ΓΈΝΕΣΙΣ 4:19 (LXX)

ιθ'καὶ ἔλαβεν ἑαυτῷ Λάμεχ δύο γυναῖκας, ὄνομα τῇ μιᾷ Ἀδά, καὶ ὄνομα τῇ δευτέρᾳ Σελλά.